Add parallel Print Page Options

11 Ὄφελον ἀνείχεσθέ μου μικρόν [a]τι [b]ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου. ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις [c]ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, [d]φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [e]καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν. εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς [f]ἀνέχεσθε. λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:1 τι WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:1 ἀφροσύνης WH Treg NIV ] τῇ ἀφροσύνῃ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:3 ἐξηπάτησεν Εὕαν WH Treg NIV ] Εὕαν ἐξηπάτησεν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:3 φθαρῇ WH Treg NIV ] οὕτως φθαρῇ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:3 καὶ τῆς ἁγνότητος WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:4 ἀνέχεσθε WH NIV ] ἠνείχεσθε RP; ἀνείχεσθε Treg